Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.33 | Dem. 23.38 (English) | >>Dem. 23.40 |
23.36πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομʼ εἰρηκὼς ἢ πῶς δεινότερʼ ἂν γράφων ἢ τοῦτον τὸν τρόπον ; ὃς δυοῖν ὑποκειμένων ὀνομάτων , κατὰ μὲν τῶν ἐν αἰτίᾳ , “ἐάν τις ἀποκτείνῃ ,” κατὰ δὲ τῶν ἑαλωκότων , “ἐάν τις ἀνδροφόνος ᾖ ,” ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα , τὴν δὲ τιμωρίαν , ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι , ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας , καὶ τὸ μέσον τούτων ἐξεῖλες . μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις , ἣν οὐδαμοῦ γέγραφʼ οὗτος ἐν τῷ ψηφίσματι .
λέγε τοὺς ἐφεξῆς νόμους .ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνον ” φησὶν “ἢ αἴτιος ᾖ φόνου , ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν , ὥσπερ τὸν Ἀθηναῖον κτείναντα , ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι , διαγιγνώσκειν δὲ τοὺς ἐφέτας .” τί δὴ ταῦτʼ ἐστίν ; ἐκεῖνος ᾤετο τὸν πεφευγότʼ ἐπʼ αἰτίᾳ φόνου καὶ ἑαλωκότα , ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ , εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι , κτείνειν δʼ οὐχ ὅσιον πανταχοῦ . τί σκοπῶν ; ὅτι καὶ τοὺς δεῦρο πεφευγότας , ἂν ἡμεῖς τοὺς ἑτέρωσʼ ἀποκτιννύωμεν , ἀποκτενοῦσʼ ἕτεροι .
23.37
Νόμος
ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ ἢ αἴτιος ᾖ φόνου ,ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν ,ὥσπερ τὸν Ἀθηναῖον κτείναντα ,ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι ,διαγιγνώσκειν δὲ τοὺς ἐφέτας .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.33 | Dem. 23.38 (English) | >>Dem. 23.40 |